Ἐχρῆν μὲν ἡμᾶς ἀεὶ τῆς ἑαυτῶν
συναισθανομένους ἀναξιότητος σιγὴν ἄγειν καὶ θεῷ τὴν τῶν ἡμαρτημένων
ἡμῖν προσάγειν ἐξομολόγησιν, ἀλλ' ἐπειδὴ πάντα καλὰ ἐν καιρῷ αὐτῶν, ὁρῶ
δὲ τὴν ἐκκλησίαν, ἣν ὁ θεὸς ᾠκοδόμησεν ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ
προφητῶν ὄντος ἀκρογωνιαίου Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ βαλλομένην ὥσπερ
θαλαττίῳ κλύδωνι κύμασιν ἀλλεπαλλήλοις κορυφουμένῳ, ἐξ ἐπαχθεστάτης
φορᾶς τῶν πονηρῶν πνευμάτων κυκωμένην τε καὶ ταραττομένην, καὶ τὸν
χιτῶνα Χριστοῦ τὸν ἄνωθεν ὑφαντὸν διαιρούμενον, ὃν ἀσεβῶν διελεῖν
ηὐθαδιάσαντο παῖδες, καὶ τὸ σῶμα αὐτοῦ εἰς διαφόρους δόξας
κατατεμνόμενον, ὅ ἐστιν ὁ τοῦ θεοῦ λαὸς καὶ ἡ τῆς ἐκκλησίας ἄνωθεν
κεκρατηκυῖα παράδοσις, οὐκ εὔλογον ἡγησάμην σιγᾶν καὶ δεσμὸν ἐπιθεῖναι
τῇ γλώσσῃ τὴν ἠπειλημένην ἀπόφασιν ὑφορώμενος τὴν φάσκουσαν· «Ἐὰν
ὑποστείλῃ, οὐκ εὐδοκεῖ ἐν σοὶ ἡ ψυχή μου», καὶ «ἐὰν ἴδῃς τὴν ῥομφαίαν
ἐρχομένην καὶ μὴ ἀναγγείλῃς τῷ ἀδελφῷ σου, ἐκ σοῦ ἐκζητήσω τὸ αἷμα
αὐτοῦ.» Φόβῳ τοίνυν ἀφορήτῳ βαλλόμενος ἐπὶ τὸ λέγειν ἐλήλυθα οὐ βασιλέων
ὕψος πρὸ τῆς ἀληθείας τιθείς· «ἐλάλουν γάρ,» ἤκουσα τοῦ θεοπάτορος
λέγοντος Δαυίδ, «ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην», ἀλλὰ μᾶλλον καὶ
μᾶλλον τούτῳ πρὸς τὸ λέγειν νυττόμενος. Δεινὸν γὰρ βασιλέως λόγος πρὸς
ὑπαγωγὴν τῶν ὑπηκόων· ὀλίγοι γάρ, ὅσοι τῶν ἀνέκαθεν τῶν βασιλικῶν
κατωλιγώρησαν θεσπισμάτων, ὅσοι τὸν ἐπὶ γῆς βασιλέα βασιλευόμενον
οἴδασιν ἄνωθεν, καὶ ὡς κρατοῦσιν οἱ νόμοι τῶν βασιλέων. Πρῶτον μὲν οὖν
ἁπάντων οἷόν τινα τρόπιν ἢ θεμέλιον τῷ λογισμῷ καταπήξας τὴν τῆς
ἐκκλησιαστικῆς θεσμοθεσίας συντήρησιν, δι' ἧς ἡ σωτηρία προσγίνεσθαι
πέφυκε, τοῦ λόγου τὴν βαλβίδα ἠνέῳξα καὶ τοῦτον ὥσπερ ἵππον εὐχάλινον
τῆς ἀφετηρίας παρώρμησα. Δεινὸν γὰρ ὄντως ᾠήθην καὶ πέρα δεινῶν
τοσούτοις τὴν ἐκκλησίαν ἀμαρύσσουσαν προτερήμασι καὶ ταῖς τῶν
εὐσεβεστάτων ἀνδρῶν ἄνωθεν παραδόσεσιν ὡραϊσθεῖσαν παλινοστεῖν ἐπὶ τὰ
πτωχὰ στοιχεῖα, φοβουμένην φόβον, οὗ οὐκ ἔστι φόβος, καὶ ὥσπερ οὐκ
ἐγνωκυῖαν τὸν ὄντως θεὸν ὑφορᾶσθαι τὸν εἰς εἰδωλολατρείαν ὄλισθον καὶ
κἂν γοῦν ἐν σμικροτάτῳ τῆς τελειότητος λείπεσθαι, ὥσπερ τινὰ στιγμὴν
ἐπίμωμον ἐν μέσῳ προσώπου λίαν ὡραϊσμένου φέρουσαν, τῷ ἀπόσῳ τοῦ παρ
εγγράμματος τοῦ κάλλους τὸ πᾶν λυμαινομένην· οὐ γὰρ μικρὸν τὸ μικρόν,
ὅταν εἰς μέγα ἐκφέρῃ, ὅπου γε οὐδὲ σμικρὸν τὸ παρεγχάραγμα ἄνωθεν
κεκρατηκυῖαν ἐκκλησίας ἀνατραπῆναι παράδοσιν, οἷα κατεγνωσμένων τῶν
προκαθηγησαμένων ἡμᾶς, ὧν ἐχρῆν ἀναθεωροῦντας τὴν ἀναστροφὴν μιμεῖσθαι
τὴν πίστιν. Ἐκλιπαρῶ τοίνυν πρῶτον μὲν τὸν παντοκράτορα κύριον, ᾧ γυμνὰ
πάντα καὶ τετραχηλισμένα, πρὸς ὃν ἡμῖν ὁ λόγος, εἰδότα τῆς ταπεινῆς μου
γνώμης ἐν τούτῳ τὸ ἀκραιφνὲς καὶ τοῦ σκοποῦ τὸ εἰλικρινές, δοῦναί μοι
λόγον ἐν ἀνοίξει τοῦ στόματός μου καὶ τοῦ νοῦ τὰς ἡνίας οἰκείαις χερσὶν
ἀναδέξασθαι καὶ τοῦτον πρὸς ἑαυτὸν ἐπισπάσασθαι, πρὸς ἐνώπιόν τε καὶ
εὐθεῖαν τρίβον τὴν ῥύμην ποιούμενον μὴ ἐγκλίνοντα πρὸς τὰ δοκοῦντα δεξιὰ
ἢ ἀναφανδὸν ἀριστερὰ γνωριζόμενα, –μεθ' ὃν ἅπαντα τὸν τοῦ θεοῦ λαόν, τὸ
ἔθνος τὸ ἅγιον, τὸ βασίλειον ἱεράτευμα, σὺν τῷ καλῷ ποιμένι τῆς λογικῆς
Χριστοῦ ποίμνης, τῷ τὴν Χριστοῦ ἱεραρχίαν ἐν ἑαυτῷ ὑπογράφοντι,
δέξασθαί μου τὸν λόγον μετ' εὐμενείας, μὴ τῷ ἐλαχίστῳ τῆς ἀξίας
προσέχοντας ἢ λόγων ἐπιζητοῦντας στροφάς, ἐπεὶ τούτων οὐ παντελῶς, ἴδρις
ὁ πένης ἐγώ, ἀλλὰ τῆς τῶν νοημάτων φροντίσαι δυνάμεως («οὐ γὰρ ἐν λόγῳ ἡ
βασιλεία τῶν οὐρανῶν, ἀλλ' ἐν δυνάμει»)· οὐ γὰρ νικῆσαι σκοπός, ἀλλὰ τῇ
ἀληθείᾳ πολεμουμένῃ χεῖρα ὀρέξαι, τῆς προαιρέσεως ὀρεγούσης χεῖρα
δυνάμεως. Ἀρωγὸν τοίνυν τὴν ἐνυπόστατον ἐπικεκλημένος ἀλήθειαν ἐντεῦθεν
τοῦ λόγου τὰς ἀρχὰς ποιήσομαι.
2
Ἰωάννου ταπεινοῦ μοναχοῦ Δαμασκηνοῦ πρὸς τοὺς καταλέγοντας τὰς εἰκόνας λόγος δεύτερος.
Δότε συγγνώμην αἰτοῦντι, δεσπόται μου,
καὶ δέξασθε πληροφορίας λόγον παρ' ἐμοῦ τοῦ ἀχρείου καὶ ἐλαχίστου δούλου
τῆς τοῦ θεοῦ ἐκκλησίας. Οὐ γὰρ δόξης ἕνεκεν ἢ φανητιασμοῦ πρὸς τὸ
λέγειν ὥρμησα–θεὸς μάρτυς–, ἀλλὰ ζήλῳ ἀληθείας· αὐτὸν γὰρ μόνον ἐλπίδα
σωτηρίας κέκτημαι καὶ σὺν αὐτῷ ὑπαντῆσαι τῷ δεσπότῃ Χριστῷ ἐλπίζω καὶ
εὔχομαι τοῦτον αὐτῷ προσφέρων, τῶν ἀτόπως μοι πεπλημμελημένων γενέσθαι
ἐξίλασμα. Ὁ μὲν γὰρ τὰ πέντε τάλαντα παρὰ τοῦ δεσπότου λαβὼν ἕτερα πέντε
κερδήσας προσήγαγε, καὶ ὁ τὰ δύο ἰσάριθμα δύο· ὁ δὲ τὸ ἓν εἰληφὼς
κατορύξας καὶ ἄκαρπον τοῦτο προσαγαγὼν πονηρὸς δοῦλος ἀκούσας εἰς τὸ
ἐξώτερον κατακέκριται σκότος. Ὅπερ ἐγὼ μὴ παθεῖν ὑφορώμενος τῷ δεσποτικῷ
ὑπείκω προστάγματι καὶ τὸ δεδομένον μοι παρ' αὐτοῦ τοῦ λόγου τάλαντον
ὑμῖν παρατίθημι τοῖς φρονίμοις τραπεζίταις, ὅπως ἐλθὼν ὁ κύριός μου
εὕροι πολυπλασιαζόμενον καὶ τόκον καρποφοροῦν ψυχῶν καὶ δοῦλον πιστὸν
εὑρὼν εἰσαγάγῃ με εἰς τὴν πεποθημένην μοι γλυκυτάτην χαρὰν αὐτοῦ. Ἀλλὰ
δότε μοι οὖς ἀκροάσεως καὶ τὰς τραπέζας τῶν καρδιῶν ἀναπετάσαντες
δέξασθέ μου τὸν λόγον καὶ εἰλικρινῶς διακρίνατε τῶν λεγομένων τὴν
δύναμιν. –Δεύτερον δὲ τοῦτον τὸν λόγον περὶ εἰκόνων συνέταξα· τινὲς γὰρ
τῶν τέκνων τῆς ἐκκλησίας ὑπέθεντό μοι τοῦτο ποιῆσαι διὰ τὸ μὴ πάνυ
εὐδιάγνωστον τοῖς πολλοῖς τὸν πρῶτον εἶναι. Ἀλλὰ καὶ ἐν τούτῳ σύγγνωτέ
μοι ὑπακοὴν ἐκπληρώσαντι.
3
Τοῦ αὐτοῦ ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ λόγος πρὸς τοὺς ἀποβαλλομένους τὰς σεπτὰς καὶ ἁγίας εἰκόνας.
Ἔθος ἐστὶν τῷ πονηρῷ καὶ ἀρχεκάκῳ ὄφει,
τῷ διαβόλῳ φημί, πολυτρόπως πολεμεῖν τῷ κατ' εἰκόνα θεοῦ πλαστουργηθέντι
ἀνθρώπῳ καὶ διὰ τῶν ἐναντίων τὸν αὐτοῦ κατεργάζεσθαι θάνατον. Εὐθὺς μὲν
γὰρ ἐν ἀρχῇ ἐλπίδα καὶ ἐπιθυμίαν θεώσεως αὐτῷ ἔσπειρε καὶ δι' αὐτῆς εἰς
τὸν τῶν ἀλόγων κατήγαγε θάνατον, οὐ μὴν ἀλλὰ καὶ αἰσχραῖς καὶ ἀλόγοις
ἡδοναῖς πολλάκις αὐτὸν ἐδελέασε. Πόσον δὲ τὸ διάμετρον θεώσεως καὶ
ἀλόγου ἐπιθυμίας. Ποτὲ μὲν εἰς ἀθεότητα ἤγαγε, καθώς φησιν ὁ θεοπάτωρ
Δαυίδ· «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι θεός», ποτὲ δὲ εἰς
πολυθεΐαν· καὶ ποτὲ μὲν μηδὲ τῷ φύσει προσκυνεῖν θεῷ ἔπεισε, ποτὲ δὲ
δαίμοσιν, ἔτι δὲ οὐρανῷ τε καὶ γῇ, ἡλίῳ καὶ σελήνῃ καὶ ἀστράσι καὶ τῇ
λοιπῇ κτίσει μέχρι κνωδάλων καὶ ἑρπετῶν προσκυνεῖν παρεσκεύασεν. Ὁμοίως
γάρ ἐστι χαλεπὸν καὶ τὸ τοῖς τιμίοις τὴν ὀφειλομένην μὴ προσάγειν τιμὴν
καὶ τοῖς ἀτίμοις τὴν μὴ προσήκουσαν προσάπτειν δόξαν. Πάλιν τινὰς μὲν
συνάναρχον τῷ θεῷ τὴν κακίαν λέγειν ἐδίδαξε, τινὰς δὲ αἴτιον τῆς κακίας
τὸν φύσει ἀγαθὸν θεὸν ὁμολογεῖν ἐξηπάτησε. Καὶ οὓς μὲν μίαν φύσιν καὶ
μίαν ὑπόστασιν τῆς θεότητος ἀφρόνως λέγειν ἐπλάνησεν, οὓς δὲ τρεῖς
φύσεις καὶ τρεῖς ὑποστάσεις ἀθέσμως σέβειν ἐνόθευσε. Καὶ τισὶ μὲν μίαν
ὑπόστασιν καὶ μίαν φύσιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἑνὸς τῆς
ἁγίας τριάδος, τισὶ δὲ δύο φύσεις καὶ δύο ὑποστάσεις τοῦ αὐτοῦ δοξάζειν
ὑπέθετο. Ἡ δὲ ἀλήθεια μέσην ὁδὸν βαδίζουσα πάντα ταῦτα ἀπαρνεῖται τὰ
ἄτοπα καὶ διδάσκει ἕνα θεὸν ὁμολογεῖν, μίαν φύσιν ἐν τρισὶν ὑποστάσεσι,
πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι. Τὴν δὲ κακίαν οὐκ οὐσίαν, ἀλλὰ
συμβεβηκός φησιν, ἔννοιάν τινα καὶ λόγον καὶ πρᾶξιν παρὰ τὸν νόμον τοῦ
θεοῦ, ἐν τῷ ἐννοεῖσθαι καὶ λέγεσθαι καὶ πράττεσθαι τὴν ὕπαρξιν ἔχουσαν
καὶ ἅμα τῷ παύσασθαι ἀφανιζομένην. Ἔτι δὲ καὶ τὸν ἕνα τῆς ἁγίας τριάδος,
τὸν Χριστόν, δύο φύσεις κηρύττει καὶ μίαν ὑπόστασιν. Ἡ δὲ ἀλήθεια μέσην
ὁδὸν βαδίζουσα πάντα ἀπαρνεῖται τὰ ἄτοπα.
Ἀλλ' ὁ τῆς ἀληθείας ἐχθρὸς καὶ τῆς
σωτηρίας τῶν ἀνθρώπων πολέμιος ὅ ποτε δαιμόνων καὶ ἀσεβῶν ἀνθρώπων καὶ
πετεινῶν καὶ κνωδάλων καὶ ἑρπετῶν εἰκόνας ποιεῖν καὶ ταύταις ὡς θεοῖς
προσκυνεῖν οὐ μόνον τὰ ἔθνη, ἀλλὰ καὶ αὐτοὺς τοὺς υἱοὺς Ἰσραὴλ πολλάκις
πλανήσας νῦν εἰρήνην ἔχουσαν τὴν τοῦ Χριστοῦ ἐκκλησίαν συνταράξαι
σπουδάζει διὰ χειλέων ἀδίκων καὶ γλώσσης δολίας λόγοις θείοις τὴν κακίαν
παραρτύων καὶ ταύτης τὸ ἄσχημον καὶ σκοτεινὸν εἶδος ἐπικαλύπτειν
πειρώμενος καὶ τὰς καρδίας τῶν ἀστηρίκτων σαλεύειν ἐκ τῆς ἀληθοῦς καὶ
πατροπαραδότου συνηθείας· ἀνέστησαν γάρ τινες λέγοντες, ὡς οὐ δεῖ
εἰκονίζειν καὶ προτιθέναι εἰς θεωρίαν καὶ δόξαν καὶ θαῦμα καὶ ζῆλον τὰ
τοῦ Χριστοῦ σωτήρια θαύματά τε καὶ πάθη καὶ τὰς τῶν ἁγίων ἀνδραγαθίας
κατὰ τοῦ διαβόλου. Καὶ τίς ἔχων γνῶσιν θείαν καὶ σύνεσιν πνευματικὴν οὐκ
ἐπιγινώσκει, ὅτι ὑποβολὴ τοῦ διαβόλου ἐστίν; Οὐ θέλει γὰρ τὴν ἧτταν καὶ
τὴν αἰσχύνην αὐτοῦ δημοσιεύεσθαι οὐδὲ τὴν τοῦ θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ
δόξαν ἀνάγραπτον γίνεσθαι. Εἰ μὲν γὰρ τοῦ θεοῦ τοῦ ἀοράτου εἰκόνα
ἐποιοῦμεν, ὄντως ἡμαρτάνομεν· ἀδύνατον γὰρ τὸ ἀσώματον καὶ ἀσχη μάτιστον
καὶ ἀόρατον καὶ ἀπερίγραπτον εἰκονισθῆναι. Καὶ πάλιν· εἰ ἐποιοῦμεν
εἰκόνας ἀνθρώπων καὶ ταύτας θεοὺς ἡγούμεθα καὶ ὡς θεοῖς λατρεύομεν,
ὄντως ἠσεβοῦμεν. Ἀλλ' οὐδὲν τούτων ποιοῦμεν. Θεοῦ γὰρ σαρκωθέντος καὶ
ὀφθέντος ἐπὶ τῆς γῆς σαρκὶ καὶ ἀνθρώποις συναναστραφέντος δι' ἄφατον
ἀγαθότητα καὶ φύσιν καὶ πάχος καὶ σχῆμα καὶ χρῶμα σαρκὸς ἀναλαβόντος τὴν
εἰκόνα ποιοῦντες οὐ σφαλλόμεθα· ποθοῦμεν γὰρ αὐτοῦ ἰδεῖν τὸν χαρακτῆρα·
ὡς γάρ φησιν ὁ θεῖος ἀπόστολος· «Ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι νῦν
βλέπομεν». Καὶ ἡ εἰκὼν δὲ ἔσοπτρόν ἐστι καὶ αἴνιγμα ἁρμόζον τῇ τοῦ
σώματος ἡμῶν παχύτητι· πολλὰ γὰρ κάμνων ὁ νοῦς οὐ δύναται ἐκβῆναι τὰ
σωματικά, φησὶν ὁ θεῖος Γρηγόριος. Ὢ ἀπὸ σοῦ, φθονερὲ διάβολε, φθονεῖς
ἡμῖν ἰδεῖν τὸ τοῦ δεσπότου ἡμῶν ὁμοίωμα καὶ δι' αὐτοῦ ἁγιασθῆναι καὶ
ἰδεῖν αὐτοῦ τὰ σωτήρια πάθη καὶ θαυμάζειν αὐτοῦ τὴν συγκατάβασιν καὶ
θεωρεῖν αὐτοῦ τὰ θαύματα καὶ ἐπιγινώσκειν καὶ δοξάζειν αὐτοῦ τὴν τῆς
θεότητος δύναμιν. Φθονεῖς τοῖς ἁγίοις τῆς παρὰ θεοῦ δεδομένης αὐτοῖς
τιμῆς. Οὐ θέλεις ὁρᾶν ἡμᾶς τὴν αὐτῶν δόξαν ἀνάγραπτον καὶ ζηλωτὰς
γενέσθαι τῆς αὐτῶν ἀνδρείας καὶ πίστεως. Οὐ φέρεις τὴν ἐκ τῆς εἰς αὐτοὺς
πίστεως προσγενομένην ἡμῖν σωματικήν τε καὶ ψυχικὴν ὠφέλειαν. Οὐ
πειθόμεθά σοι, δαῖμον φθονερὲ καὶ μισάνθρωπε. Ἀκούσατε, λαοί, φυλαί,
γλῶσσαι, ἄνδρες, γυναῖκες, παῖδες, πρεσβύται, νεανίσκοι καὶ νήπια, τὸ
ἔθνος τῶν χριστιανῶν τὸ ἅγιον· Εἴ τις εὐαγγελίζεται ὑμᾶς, παρ' ὃ
παρέλαβεν ἡ καθολικὴ ἐκκλησία παρὰ τῶν ἁγίων ἀποστόλων πατέρων τε καὶ
συνόδων καὶ μέχρι τοῦ νῦν διεφύλαξε, μὴ ἀκούσητε αὐτοῦ μηδὲ δέξησθε τὴν
συμβουλὴν τοῦ ὄφεως, ὡς ἐδέξατο Εὔα καὶ ἐτρύγησε θάνατον. Κἂν ἄγγελος,
κἂν βασιλεὺς εὐαγγελίζηται ὑμᾶς, παρ' ὃ παρελάβετε, κλείσατε τὰς ἀκοάς·
ὀκνῶ γὰρ τέως εἰπεῖν, ὡς ἔφη ὁ θεῖος ἀπόστολος· «Ἀνάθεμα ἔστω»,
ἐκδεχόμενος τὴν διόρθωσιν. Ἀλλὰ λέγουσιν οἱ μὴ ἐρευνῶντες τὸν νοῦν τῆς
γραφῆς, ὅτι εἶπεν ὁ θεὸς διὰ Μωσέως τοῦ νομοθέτου· «Οὐ ποιήσεις πᾶν
ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐν τῇ γῇ.» καὶ διὰ Δαυὶδ τοῦ προφήτου·
«Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς οἱ ἐγκαυχώμενοι ἐν
τοῖς εἰδώλοις αὐτῶν», καὶ τοιαῦτα πολλὰ ἕτερα. Ὅσα γὰρ ἂν ἐκ τῆς θείας
γραφῆς καὶ ἐκ τῶν ἁγίων πατέρων προενέγκωσι, τῆς αὐτῆς ἐννοίας εἰσί. Τί
οὖν ἡμεῖς φαμεν πρὸς ταῦτα; Τί ἄλλο εἰ μὴ τὸ ὑπὸ τοῦ κυρίου τοῖς
Ἰουδαίοις εἰρημένον «ἐρευνᾶτε τὰς γραφάς»; Καλὴ γὰρ ἡ τῶν γραφῶν ἔρευνα.
Ἀλλ' ἐνταῦθα νουνεχῶς προσέχετε. Ἀδύνατον, ὦ ἀγαπητοί, θεὸν ψεύσασθαι·
εἷς γάρ ἐστι θεός, εἷς νομοδότης παλαιᾶς καὶ καινῆς διαθήκης ὁ πάλαι
λαλήσας πολυμερῶς καὶ πολυτρόπως τοῖς πατράσιν ἐν τοῖς προφήταις καὶ ἐπ'
ἐσχάτων τῶν χρόνων ἐν τῷ μονογενεῖ αὐτοῦ υἱῷ. Προσέχετε τοίνυν μετὰ
ἀκριβείας. Οὐκ ἐμὸς ὁ λόγος ἐστί. Τὸ πνεῦμα τὸ ἅγιον διὰ Παύλου τοῦ
ἁγίου ἀποστόλου ἀπεφήνατο· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς
λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις.»
Ὅρα, ὅτι πολυμερῶς καὶ πολυτρόπως
ἐλάλησεν ὁ θεός. Ὥσπερ γὰρ ἐπιστήμων ἰατρὸς οὐ τὸ αὐτὸ εἶδος πᾶσι
δίδωσιν πάντοτε, ἀλλ' ἑκάστῳ τὸ ἐπιτήδειον παρέχει καὶ πρόσφορον
φάρμακον διακρίνων καὶ χώραν καὶ νόσον καὶ ὥραν τουτέστι καιρὸν καὶ ἕξιν
καὶ ἡλικίαν· καὶ τῷ μὲν νηπίῳ ἕτερον, τῷ δὲ τελείῳ κατὰ τὴν ἡλικίαν
ἕτερον· ἄλλο τῷ ἀσθενεῖ καὶ ἄλλο τῷ ὑγιαίνοντι, καὶ ἑκάστῳ τῶν
ἀσθενούντων οὐ τὸ αὐτό, ἀλλὰ πρὸς τὴν ἕξιν καὶ τὴν νόσον· καὶ ἄλλο τῷ
θέρει καὶ τῷ χειμῶνι ἕτερον, μετοπώρῳ τε καὶ ἔαρι, καὶ ἐν ἑκάστῳ τόπῳ
κατὰ τὴν τοῦ τόπου ἐπιτηδειότητα. Οὕτω καὶ ὁ ἄριστος τῶν ψυχῶν ἰατρὸς
τοῖς ἔτι νηπίοις καὶ ἀρρωστοῦσι τὴν πρὸς εἰδωλολατρείαν νόσον καὶ τὰ
εἴδωλα θεοὺς ἡγουμένοις καὶ ὡς θεοῖς αὐτοῖς προσκυνοῦσι καὶ ἀθετοῦσιν
τὴν τοῦ θεοῦ προσκύνησιν καὶ τὴν αὐτοῦ δόξαν τῇ κτίσει προσάγουσιν
ἀπηγόρευσε τοῦ ποιεῖν εἰκόνας. Θεοῦ μὲν γὰρ τοῦ ἀσωμάτου καὶ ἀοράτου καὶ
ἀύλου καὶ μήτε σχῆμα μήτε περιγραφὴν μήτε κατάληψιν ἔχοντος ἀδύνατον
ποιεῖν εἰκόνα· πῶς γὰρ τὸ μὴ ὁραθὲν εἰκονισθήσεται; «Θεὸν δὲ οὐδεὶς
ἑώρακε πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, αὐτὸς
ἐξηγήσατο.» καὶ «οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται», ἔφη ὁ θεός.
Ὅτι δὲ τοῖς εἰδώλοις ὡς θεοῖς προσεκύνουν, ἄκουε, τί φησιν ἡ γραφὴ ἐν
τῇ ἐξόδῳ τῶν υἱῶν Ἰσραήλ, ὅτε ἀνῆλθε Μωσῆς εἰς τὸ ὄρος Σινᾶ καὶ ἐχρόνισε
προσεδρεύων τῷ θεῷ λαβεῖν τὸν νόμον, ὅτε ἐπανέστη ὁ ἀγνώμων λαὸς Ἀαρὼν
τῷ τοῦ θεοῦ θεράποντι λέγοντες· «Ποίησον ἡμῖν θεούς, οἳ προπορεύσονται
ἡμῶν· ὁ γὰρ ἄνθρωπος οὗτος ὁ Μωσῆς, οὐκ οἴδαμεν, τί γέγονεν αὐτῷ.» Εἶτα,
ὅτε περι είλοντο τὸν κόσμον τῶν γυναικῶν αὐτῶν καὶ ἐχώνευσαν, ἔφαγον
καὶ ἔπιον καὶ ἐμεθύσθησαν ὑπό τε τοῦ οἴνου καὶ τῆς πλάνης καὶ ἤρξαντο
παίζειν ἐν ἀφροσύνῃ λέγοντες· «Οὗτοι οἱ θεοί σου, Ἰσραήλ.» Ὁρᾷς, ὅτι
θεοὺς εἶχον τὰ εἴδωλα· οὐ γὰρ ἐποίησαν Διὸς εἴδωλον ἢ τοῦδε ἢ τοῦδε,
ἀλλ', ὡς ἔτυχεν, ἔδωκαν τὸν χρυσὸν ἐπὶ τὸ ποιῆσαι εἴδωλον, ὅπερ ἂν τύχῃ,
καὶ ἀνῆλθεν ἐκτύπωμα βουκράνου. Ὥστε αὐτὰ τὰ χωνευτὰ θεοὺς εἶχον καὶ
τούτοις ὡς θεοῖς προσεκύνουν, ἅτινα δαιμόνων ἦσαν κατοικητήρια. Καὶ ὅτι
τῇ κτίσει ἐλάτρευον παρὰ τὸν κτίσαντα, φησὶ καὶ ὁ θεῖος ἀπόστολος·
«Οἵτινες ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι φθαρτοῦ
ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν καὶ ἐλάτρευσαν τῇ
κτίσει παρὰ τὸν κτίσαντα.» Τούτου χάριν ἀπηγόρευσεν ὁ θεὸς ποιεῖν πᾶν
ὁμοίωμα, καθὼς Μωσῆς ἐν τῷ Δευτερονομίῳ φησί· Οἶδα τὸν ἀψευδῶς εἰπόντα·
«Κύριος ὁ θεός σου κύριος εἷς ἐστι», καὶ «κύριον τὸν θεόν σου
προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις», καὶ «οὐκ ἔσονταί σοι θεοὶ
ἕτεροι», καὶ «οὐ ποιήσεις γλυπτὸν πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ
ὅσα ἐν τῇ γῇ κάτω», καὶ «αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς
γλυπτοῖς», καὶ «θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐ ποίησαν,
ἀπολέσθωσαν», καὶ ὅσα τοιουτοτρόπως «πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν
ἐν τοῖς προφήταις ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν τῷ μονογενεῖ
αὐτοῦ υἱῷ, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν.» Οἶδα τὸν εἰπόντα· «Αὕτη δέ
ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε, τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν
ἀπέστειλας Ἰησοῦν Χριστόν.» Πιστεύω εἰς ἕνα θεόν, μίαν τῶν πάντων ἀρχήν,
ἄναρχον, ἄκτιστον, ἀνώλεθρον καὶ ἀθάνατον, αἰώνιον καὶ ἀίδιον,
ἀκατάληπτον, ἀσώματον, ἀόρατον, ἀπερίγραπτον, ἀσχημάτιστον, μίαν
ὑπερούσιον οὐσίαν, ὑπέρθεον θεότητα, ἐν τρισὶν ὑποστάσεσι, πατρὶ καὶ υἱῷ
καὶ ἁγίῳ πνεύματι, καὶ τούτῳ μόνῳ λατρεύω καὶ τούτῳ μόνῳ προσάγω τὴν
τῆς λατρείας προσκύνησιν. Ἑνὶ θεῷ προσκυνῶ, μιᾷ θεότητι, ἀλλὰ καὶ τριάδι
λατρεύω ὑποστάσεων, θεῷ πατρὶ καὶ θεῷ υἱῷ σεσαρκωμένῳ καὶ θεῷ ἁγίῳ
πνεύματι, ἑνὶ θεῷ. Οὐ προσκυνῶ τῇ κτίσει παρὰ τὸν κτίσαντα, ἀλλὰ
προσκυνῶ τὸν κτίστην κτισθέντα τὸ κατ' ἐμὲ καὶ εἰς κτίσιν ἀταπεινώτως
καὶ ἀκαθαιρέτως κατεληλυθότα, ἵνα τὴν ἐμὴν δοξάσῃ φύσιν καὶ θείας
κοινωνὸν ἐπεργάσηται φύσεως. Συμπροσκυνῶ τῷ βασιλεῖ καὶ θεῷ τὴν
ἁλουργίδα τοῦ σώματος οὐχ ὡς ἱμάτιον οὐδ' ὡς τέταρτον πρόσωπον (ἄπαγε)
ἀλλ' ὡς ὁμόθεον χρηματίσασαν καὶ γενομένην, ὅπερ τὸ χρῖσαν, ἀμεταβλήτως·
οὐ γὰρ θεότης ἡ φύσις γέγονε τῆς σαρκός, ἀλλ' ὥσπερ ὁ λόγος σὰρξ
ἀτρέπτως γέγονε μείνας, ὅπερ ἦν, οὕτω καὶ ἡ σὰρξ λόγος γέγονεν οὐκ
ἀπολέσασα τουθ', ὅπερ ἐστί, ταυτι ζομένη δὲ μᾶλλον πρὸς τὸν λόγον καθ'
ὑπόστασιν. Διὸ θαρρῶν εἰκονίζω θεὸν τὸν ἀόρατον οὐχ ὡς ἀόρατον, ἀλλ' ὡς
ὁρατὸν δι' ἡμᾶς γενόμενον μεθέξει σαρκός τε καὶ αἵματος. Οὐ τὴν ἀόρατον
εἰκονίζω θεότητα, ἀλλ' εἰκονίζω θεοῦ τὴν ὁραθεῖσαν σάρκα. Εἰ γὰρ ψυχὴν
εἰκονίσαι ἀμήχανον, πόσῳ μᾶλλον θεὸν τὸν καὶ τῇ ψυχῇ δόντα τὸ ἄυλον;
Ἀλλά φασιν· Εἶπεν ὁ θεὸς διὰ Μωσέως τοῦ νομοθέτου· «Κύριον τὸν θεόν σου
προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις», καὶ «οὐ ποιήσεις πᾶν ὁμοίωμα,
ὅσα ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐν τῇ γῇ.» Ἀδελφοί, ὄντως πλανῶνται οἱ μὴ
εἰδότες τὰς γραφὰς οἱ μὴ εἰδότες, ὡς «τὸ γράμμα ἀποκτένει, τὸ δὲ πνεῦμα
ζωοποιεῖ», οἱ μὴ ἐρευνῶντες τὸ ὑπὸ τῷ γράμματι κεκρυμμένον πνεῦμα. Πρὸς
οὓς ἂν ἀξίως εἴποιμι· Ὁ τοῦτο διδά ξας ὑμᾶς διδαξάτω καὶ τὸ ἑπόμενον.
Μάθε, ὅπως ἑρμηνεύει ὁ νομοθέτης ὧδέ πως ἐν τῷ Δευτερονομίῳ λέγων· «Καὶ
ἐλάλησε κύριος πρὸς ὑμᾶς ἐκ μέσου τοῦ πυρός· φωνὴν ῥημάτων ὑμεῖς
ἠκούσατε καὶ ὁμοίωμα οὐκ εἴδετε, ἀλλ' ἢ φωνήν», καὶ μετ' ὀλίγα «καὶ
φυλάξασθε σφόδρα τὰς ψυχὰς ὑμῶν, ὅτι ὁμοίωμα οὐκ εἴδετε ἐν τῇ ἡμέρᾳ, ᾗ
ἐλάλησε κύριος πρὸς ὑμᾶς ἐν Χωρὴβ ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός, μήποτε
ἀνομήσητε καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα, πᾶσαν εἰκόνα,
ὁμοίωμα ἀρσενικοῦ ἢ θηλυκοῦ, ὁμοίωμα παντὸς κτήνους τῶν ὄντων ἐπὶ τῆς
γῆς, ὁμοίωμα παντὸς ὀρνέου πτερωτοῦ» καὶ τὰ ἑξῆς, καὶ μετὰ βραχέα
«μήποτε ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ
τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς
αὐτοῖς καὶ λατρεύσῃς αὐτοῖς.» 3,6 Οἶδα τὸν ἀψευδῶς εἰπόντα· «Κύριος ὁ
θεός σου κύριος εἷς ἐστι», καὶ «κύριον τὸν θεόν σου προσκυνήσεις καὶ
αὐτῷ μόνῳ λατρεύσεις», καὶ «οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι», καὶ «οὐ
ποιήσεις γλυπτὸν πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐν τῇ γῇ», καὶ
«αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς», καὶ «θεοί, οἳ τὸν
οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐ ποίησαν, ἀπολέσθωσαν», καὶ ὅσα τοιούτῳ τρόπῳ
«πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν
ἐν τῷ μονογενεῖ υἱῷ αὐτοῦ, δι' οὗ τοὺς αἰῶνας ἐποίησεν.» Οἶδα τὸν
εἰπόντα· «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε, τὸν μόνον ζῶντα
καὶ ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Καὶ πιστεύω εἰς
ἕνα θεόν, μίαν τῶν πάντων ἀρχήν, ἄναρχον, ἄκτιστον, ἀνώλεθρον καὶ
ἀθάνατον, αἰώνιον καὶ ἀίδιον, ἀκατάληπτον, ἀσώματον, ἀόρατον,
ἀπερίγραπτον, ἀσχημάτιστον, μίαν ὑπερούσιον οὐσίαν, ὑπέρθεον θεότητα, ἐν
τρισὶν ὑποστάσεσι, πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, καὶ τούτῳ μόνῳ
λατρεύω καὶ τούτῳ μόνῳ προσάγω τὴν τῆς λατρείας προσκύνησιν. Ἑνὶ θεῷ
προσκυνῶ, μιᾷ θεότητι, ἀλλὰ καὶ τριάδι λατρεύω ὑποστάσεων, θεῷ πατρὶ καὶ
θεῷ υἱῷ σεσαρκωμένῳ καὶ θεῷ ἁγίῳ πνεύματι, οὐ τρισὶ θεοῖς ἀλλ' ἑνί, οὐ
διῃρημέναις ὑποστάσεσιν ἀλλ' ἡνωμέναις. Οὐ τρεῖς προσκυνήσεις προσάγω
ἀλλὰ μίαν, οὐχ ἑκάστῃ τῶν ὑποστάσεων ἀναμέρος ἀλλ' ἑνιαίως ταῖς τρισὶν
ὑποστάσεσιν ὡς ἑνὶ θεῷ μίαν προσάγω προσκύνησιν. Οὐ προσκυνῶ τὴν κτίσιν
παρὰ τὸν κτίσαντα, ἀλλὰ προσκυνῶ τὸν κτίστην κτισθέντα τὸ κατ' ἐμὲ καὶ
εἰς κτίσιν ἀταπεινώτως καὶ ἀκαθαιρέτως κατεληλυθότα, ἵνα τὴν ἐμὴν δοξάσῃ
φύσιν καὶ θείας κοινωνὸν ἀπεργάσηται φύσεως. Συμπροσκυνῶ τῷ βασιλεῖ καὶ
θεῷ τὴν ἁλουργίδα τοῦ σώματος οὐχ ὡς ἱμάτιον οὐδ' ὡς τέταρτον πρόσωπον
(ἄπαγε), ἀλλ' ὡς ὁμόθεον χρηματίσασαν καὶ γενομένην, ὅπερ τὸ χρῖσαν,
ἀμεταβλήτως· οὐ γὰρ θεότης ἡ φύσις γέγονε τῆς σαρκός, ἀλλ' ὥσπερ ὁ λόγος
σὰρξ ἀτρέπτως ἐγένετο μείνας, ὅπερ προῆν, οὕτω καὶ ἡ σὰρξ λόγος γέγονεν
οὐκ ἀπολέσασα τουθ', ὅπερ ἐστί, ταυτι ζομένη δὲ μᾶλλον πρὸς τὸν λόγον
καθ' ὑπόστασιν. Διὸ θαρρῶν εἰκονίζω θεὸν τὸν ἀόρατον οὐχ ὡς ἀόρατον,
ἀλλ' ὡς ὁρατὸν δι' ἡμᾶς γενόμενον ἐν μεθέξει σαρκὸς καὶ αἵματος. Οὐ τὴν
ἀόρατον εἰκονίζω θεότητα, ἀλλ' εἰκονίζω θεοῦ τὴν ὁραθεῖσαν σάρκα· εἰ γὰρ
ψυχὴν εἰκονίσαι ἀμήχανον, πόσῳ μᾶλλον τὸν καὶ τῇ ψυχῇ δόντα τὸ ἄυλον;
Ἀλλά φασιν· Εἶπεν ὁ θεὸς διὰ Μωσέως τοῦ νομοθέτου· «Κύριον τὸν θεόν σου
προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις», καὶ «οὐ ποιήσεις πᾶν ὁμοίωμα,
ὅσα ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐν τῇ γῇ.» Ἀδελφοί, ὄντως πλανῶνται οἱ μὴ
εἰδότες τὰς γραφὰς οἱ μὴ εἰδότες, ὡς «τὸ γράμμα ἀποκτένει, τὸ δὲ πνεῦμα
ζωοποιεῖ», οἱ μὴ ἐρευνῶντες τὸ ὑπὸ τῷ γράμματι κεκρυμμένον πνεῦμα. Πρὸς
οὓς ἂν ἀξίως εἴποιμι· Ὁ τοῦτο διδά ξας ὑμᾶς διδαξάτω καὶ τὸ ἑπόμενον.
Μάθε, ὅπως ἑρμηνεύει αὐτὸ ὁ νομοθέτης ὧδέ πως ἐν τῷ Δευτερονομίῳ λέγων·
1,6 Ὁρᾷς, ὡς εἷς ἐστιν ὁ σκοπός, ὥστε μὴ λατρεῦσαι τῇ κτίσει παρὰ τὸν
κτίσαντα μηδὲ προσάγειν τὴν τῆς λατρείας προσκύνησιν, ἀλλ' ἢ μόνῳ τῷ
δημιουργῷ. Διὸ πανταχῆ συνάπτει τῇ προσκυνήσει τὴν λατρείαν· πάλιν γάρ
φησιν· «Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. Οὐ ποιήσεις σεαυτῷ
γλυπτὸν οὐδὲ πᾶν ὁμοίωμα, οὐ προσκυνήσεις αὐτοῖς οὐδ' οὐ μὴ λα τρεύσῃς
αὐτοῖς, ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν», καὶ πάλιν «τοὺς βωμοὺς αὐτῶν
καθελεῖτε καὶ τὰς στήλας αὐτῶν συντρίψετε καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε καὶ
τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί· οὐ γὰρ μὴ προσκυνήσητε θεῷ
ἑτέρῳ», καὶ μετ' ὀλίγα «καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτῷ.» καὶ
πάλιν «καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτῷ.» οὐ προσκυνήσεις αὐτοῖς
οὐδ' οὐ μὴ λατρεύσῃς αὐτοῖς, ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν», καὶ πάλιν
«τοὺς βωμοὺς αὐτῶν καθελεῖτε καὶ τὰς στήλας αὐτῶν συντρίψετε καὶ τὰ
γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί· οὐ γὰρ μὴ προσκυνήσητε θεῷ
ἑτέρῳ», καὶ μετ' ὀλίγα «καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσεις ἑαυτῷ.» Ὁρᾷς, ὡς
τῆς εἰδωλολατρείας ἕνεκα ἀπαγορεύει τὴν εἰκονογραφίαν καὶ ὅτι ἀδύνατον
εἰκονίζεσθαι θεὸν τὸν ἄποσον καὶ ἀπερίγραπτον καὶ ἀόρατον. «Οὐ γὰρ εἶδος
αὐτοῦ», φησίν, «ἑωράκατε», καθὰ καὶ Παῦλος ἑστὼς ἐν μέσῳ τοῦ Ἀρείου
πάγου φησίν· «Γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ οὐκ ὀφείλομεν νομίζειν
χρυσίῳ ἢ ἀργυρίῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ
θεῖον εἶναι ὅμοιον.» Ἰουδαίοις μὲν οὖν διὰ τὸ πρὸς εἰδωλολατρείαν
εὐόλισθον ταῦτα νενομοθέτητο· ἡμεῖς δέ, θεολογικῶς εἰπεῖν, οἷς ἐδόθη
φυγοῦσι τὴν δεισιδαίμονα πλάνην καθαρῶς μετὰ τοῦ θεοῦ γενέσθαι,
ἐπεγνωκόσι τὴν ἀλήθειαν καὶ θεῷ μόνῳ λατρεύειν καὶ τῆς θεογνωσίας
καταπλουτῆσαι τὴν τελειότητα καὶ εἰς ἄνδρα καταντῆσαι τέλειον παρελθοῦσι
τὴν νηπιότητα, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν, λαβόντες τὴν διακριτικὴν
ἕξιν παρὰ θεοῦ καὶ εἰδότες, τί τὸ εἰκονιζόμενον καὶ τί τὸ μὴ εἰκόνι
περιγραφόμενον. «Οὐ γὰρ εἶδος αὐτοῦ», φησίν, «ἑωράκατε.» Βαβαὶ τῆς
σοφίας τοῦ νομοθέτου.
Πῶς εἰκονισθήσεται τὸ ἀόρατον; Πῶς
εἰκασθήσεται τὸ ἀνείκαστον; Πῶς γραφήσεται τὸ ἄποσον καὶ ἀμέγεθες καὶ
ἀόριστον; Πῶς ποιωθήσεται τὸ ἀνείδεον; Πῶς χρωματουργηθήσεται τὸ
ἀσώματον; Τί οὖν τὸ αἰνιγματικῶς μηνυόμενον; Δῆλον ὡς, ὅταν ἴδῃς διὰ σὲ
γενόμενον ἄνθρωπον τὸν ἀσώματον, τότε δράσεις τῆς ἀνθρωπίνης μορφῆς τὸ
ἐκτύπωμα· ὅταν ὁρατὸς σαρκὶ ὁ ἀόρατος γένηται, τότε εἰκονίσεις τὸ τοῦ
ὁραθέντος ὁμοίωμα· ὅτε ὁ ἀσώματος καὶ ἀσχημάτιστος ἄποσός τε καὶ
ἀπήλικος καὶ ἀμεγέθης ὑπεροχῇ τῆς ἑαυτοῦ φύσεως ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων
μορφὴν δούλου λαβὼν ταύτῃ συσταλῇ πρὸς ποσότητά τε καὶ πηλικότητα καὶ
χαρακτῆρα περίθηται σώματος, τότε ἐν πίναξι χάραττε καὶ ἀνατίθει πρὸς
θεωρίαν τὸν ὁραθῆναι καταδεξάμενον. Χάραττε τούτου τὴν ἄφατον
συγκατάβασιν, τὴν ἐκ παρθένου γέννησιν, τὴν ἐν Ἰορδάνῃ βάπτισιν, τὴν ἐν
Θαβὼρ μεταμόρφωσιν, τὰ πάθη τὰ τῆς ἀπαθείας πρόξενα, τὰ θαύματα, τὰ τῆς
θείας αὐτοῦ σύμβολα φύσεως δι' ἐνεργείας σαρκὸς ἐνεργείᾳ θείᾳ
πραττόμενα, τὸν σταυρὸν τὸν σωτήριον, τὴν ταφήν, τὴν ἀνάστασιν, τὴν εἰς
οὐρανοὺς ἄνοδον. Πάντα γράφε καὶ λόγῳ καὶ χρώμασι. Μὴ φοβοῦ, μὴ δέδιθι·
οἶδα διαφορὰν προσκυνήσεων. Προσεκύνησέ ποτε Ἀβραὰμ τοῖς υἱοῖς Ἐμμώρ,
ὅτε τὸ σπήλαιον τὸ διπλοῦν εἰς τάφου κλῆρον ὠνήσατο, ἀνδράσιν ἀσεβέσι
καὶ ἀγνωσίαν νοσοῦσι θεοῦ. Προσεκύνησεν Ἰακὼβ Ἠσαῦ τῷ ἀδελφῷ καὶ Φαραὼ
ἀνδρὶ Αἰγυπτίῳ, ἀλλὰ μὴν καὶ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου προσεκύνησε·
προσεκύνησαν μέν, ἀλλ' οὐκ ἐλάτρευσαν. Προσεκύνησαν Ἰησοῦς ὁ τοῦ Ναυῆ
καὶ Δανιὴλ ἀγγέλῳ θεοῦ, ἀλλ' οὐκ ἐλάτρευσαν.
Ἕτερον γάρ ἐστιν ἡ τῆς λατρείας
προσκύνησις καὶ ἕτερον ἡ ἐκ τιμῆς προσαγομένη τοῖς κατά τι ἀξίωμα
ὑπερέχουσιν. Ἰουδαίοις μὲν οὖν διὰ τὸ πρὸς εἰδωλολατρείαν εὐόλισθον
ταῦτα νενομοθέτητο· ἡμεῖς δέ, θεολογικῶς εἰπεῖν, οἷς ἐδόθη φυγοῦσι τὴν
δεισιδαίμονα πλάνην καθαρῶς μετὰ θεοῦ γενέσθαι, ἐπεγνωκόσι τὴν ἀλήθειαν
καὶ θεῷ μόνῳ λατρεύειν καὶ τῆς θεογνωσίας καταπλουτῆσαι τὴν τελειότητα
καὶ εἰς ἄνδρα καταντῆσαι τέλειον παρελθοῦσι τὴν νηπιότητα, οὐκέτι ὑπὸ
παιδαγωγόν ἐσμεν, λαβόντες τὴν διακριτικὴν ἕξιν παρὰ θεοῦ καὶ εἰδότες,
τί τὸ εἰκονιζόμενον καὶ τί τὸ εἰκόνι μὴ περιγραφόμενον. «Ὁ μὲν γὰρ νόμος
παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν·» καὶ
«ὑπὸ τὰ στοιχεῖα ἦμεν δεδουλωμένοι, ὅτε ἦμεν νήπιοι.» «Ἐλθούσης δὲ τῆς
πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν.» «Οὐ γὰρ εἶδος αὐτοῦ», φησίν,
«ἑωράκατε.» Βαβαὶ τῆς σοφίας τοῦ νομοθέτου. Πῶς εἰκονισθήσεται τὸ
ἀόρατον; Πῶς εἰκασθήσεται τὸ ἀνείκαστον; Πῶς γραφήσεται τὸ ἄποσον καὶ
ἀμέγεθες καὶ ἀόριστον καὶ ἀνείδεον; Πῶς χρωματουργη θήσεται τὸ ἀσώματον;
Πῶς σχηματισθήσεται τὸ ἀσχημάτιστον; Τί οὖν τὸ μυστικῶς μηνυόμενον;
Δηλονότι νῦν μὲν θεὸν μὴ εἰκονίσῃς τὸν ἀόρατον· ὅταν δὲ ἴδῃς διὰ σὲ
γενόμενον ἄνθρωπον τὸν ἀσώματον, τότε ποιήσεις τῆς ἀνθρωπίνης μορφῆς τὸ
ἐκτύπωμα· ὅταν ὁρατὸς σαρκὶ ὁ ἀόρατος γένηται, τότε εἰκονίσεις τὸ τοῦ
ὁραθέντος ὁμοίωμα· ὅτε ὁ ἄποσος καὶ ἀπήλικος καὶ ἀμεγέθης ὑπεροχῇ τῆς
ἑαυτοῦ φύσεως ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων μορφὴν δούλου λαβὼν ταύτῃ συσταλῇ
πρὸς ποσότητά τε καὶ πηλικότητα καὶ χαρακτῆρα περίθηται σώματος, τότε ἐν
πίναξι χάραττέ τε καὶ ἀνατίθει πρὸς θεωρίαν τὸν ὁραθῆναι καταδεξάμενον.
Χάραττε τούτου τὴν ἄφατον συγκατάβασιν, τὴν ἐκ παρθένου γέννησιν, τὴν
ἐν Ἰορδάνῃ βάπτισιν, τὴν ἐν Θαβὼρ μεταμόρφωσιν, τὰ πάθη τὰ τῆς ἀπαθείας
πρόξενα, τὰ θαύματα, τὰ τῆς θείας αὐτοῦ φύσεως καὶ ἐνεργείας σύμβολα δι'
ἐνεργείας σαρκὸς ἀποτελούμενα, τοῦ σωτῆρος τὴν σωτήριον ταφήν, τὴν
ἀνάστασιν, τὴν εἰς οὐρανοὺς ἄνοδον. Πάντα γράφε καὶ λόγῳ καὶ χρώμασιν ἔν
τε βίβλοις καὶ πίναξιν.{...}
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου