Τετάρτη 1 Μαρτίου 2017

Αναστάσιμα Απολυτίκια στους 8 ήχους



Ήχος α'.
Τοῦ λίθου σφραγισθέντος
ὑπὸ τῶν Ἰουδαίων
καὶ στρατιωτῶν φυλασσόντων
τὸ ἄχραντόν σου Σῶμα,
ἀνέστης τριήμερος, Σωτήρ,
δωρούμενος τῷ κόσμῳ τὴν ζωήν•
διὰ τοῦτο αἳ δυνάμεις τῶν οὐρανῶν
ἐβόων σοί, Ζωοδότα•
Δόξα τὴ Ἀναστάσει σου, Χριστέ,
δόξα τὴ βασιλεία σου,
δόξα τὴ οἰκονομία σου,
μόνε φιλάνθρωπε.

Ήχος β'.
Ὀτε κατῆλθες πρὸς τὸν θάνατον,
ἡ ζωὴ ἡ ἀθάνατος,
τότε τὸν Ἅδη ἐνέκρωσας,
τὴ ἀστραπὴ τῆς θεότητος•
ὄτε δὲ καὶ τοὺς τεθνεώτας
ἐκ τῶν καταχθονίων ἀνέστησας,
πᾶσαι αἳ Δυνάμεις
τῶν ἐπουρανίων ἐκραύγαζον•
Ζωοδότα Χριστέ,
ὁ Θεὸς ἠμῶν, δόξα σοί.

Ήχος γ'.
Εὐφραινέσθω τὰ οὐράνια,
ἀγαλλιάσθω τὰ ἐπίγεια,
ὅτι ἐποίητε κράτος
ἐν βραχίονι αὐτοῦ ὁ Κύριος•
ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον.
πρωτότοκος τῶν νεκρῶν ἐγένετο,
ἐκ κοιλίας Ἅδου ἐρρύσατο ἠμᾶς,
καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ήχος δ'.
Τὸ φαιδρόν της Ἀναστάσεως κήρυγμα,
ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι
αἳ τοῦ Κυρίου Μαθήτριαι,
καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι,
τοὶς Ἀποστόλοις καυχώμεναι ἔλεγον•
Ἐσκύλευται ὁ θάνατος,
ἠγέρθη Χριστὸς ὁ Θεός,
δωρούμενος τῷ κόσμῳ
τὸ μέγα ἔλεος.

Ήχος πλ. α'.
Τὸν συνάναρχον Λόγον
Πατρὶ καὶ Πνεύματι,
τὸν ἐκ Παρθένου τεχθέντα
εἰς σωτηρίαν ἠμῶν,
ἀνυμνήσωμεν, πιστοὶ
καὶ προσκυνήσωμεν•  ὅτι ηὐδόκησε, σαρκὶ
ἀνελθεὶν ἐν τῷ σταυρῷ,
καὶ θάνατον ὑπομεῖναι,
καὶ ἐγεῖραι τοὺς τεθνεώτας,
ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Ήχος πλ. β'.

Ἀγγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου,
καὶ οἱ φυλάσσοντες, ἀπενεκρώθησαν•
καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ,
ζητοῦσα τὸ ἄχραντόν σου σῶμα.
Ἐσκύλευσας τὸν Ἅδην,
μὴ πειρασθεῖς ὑπ' αὐτοῦ•
ὑπήντησας τὴ Παρθένω,
δωρούμενος τὴν ζωήν.
Ὁ ἀναστᾶς ἐκ τῶν νεκρῶν,
Κύριε δόξα σοί.

Ήχος βαρύς.

Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον•
ἠνέωξας τῷ ληστῇ τὸν παράδεισον•
τῶν μυροφόρων τὸν θρῆνον μετέβαλες,
καὶ τοὶς σοὶς ἀποστόλοις κηρύττειν ἐπέταξας,
ὅτι ἀνέστης, Χριστὲ ὁ Θεός,
παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ήχος πλ. δ'.

Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος,
ταφὴν κατεδέξω τριήμερον,
ἴνα ἠμᾶς ἐλευθερώσης τῶν παθῶν.
Ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἠμῶν,
Κύριε, δόξα σοί.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου