Δευτέρα, 11 Ιουλίου 2016

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ ΠΟΙΗΜΑ ΙΕΡΟΜΟΝΑΧΟΥ ΕΛΠΙΔΙΟΥ ΒΑΓΙΑΝΑΚΗ



ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
Εἰς τόν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν 
«Τόν γλυκύτατον Σωτήρα τοῦ κόσμου»



~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
ΠΟΙΗΜΑ ΑΓΑΠΗΣ ΕΙΣ ΤΟΝ ΓΛΥΚΥΤΑΤΟΝ ΣΩΤΗΡΑ ΤΟΥ ΚΟΣΜΟΥ 
ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.
Εἶτα τόν ἑξῆς Ψαλμόν:
Ψαλμός  ρμβ΄ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν  μου· ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισέ μέ ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος, καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μού· ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε· ἐξέλιπε τό πνεῦμά μου. Μή ἀποστρέψῃς τό πρόσωπόν σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα. Γνώρισόν μοί, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρός σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός σέ κατέφυγον· δίδαξόν μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἶ ὁ Θεός μου. Τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου, καί ἐν τῷ ἐλέει σου ἐξολοθρέσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σού εἰμι.
Καί εὐθύς τό· Θεός Κύριος, ἐξ ἑκατέρων τῶν χορῶν, ὡς ἑξῆς:
Ἦχος δ΄.
Θεός Κύριος, καί ἐπέφανεν ἡμίν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμίν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμίν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἐστί θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμίν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τά παρόντα τροπάρια.
Ἦχος πλ. α΄. «Τόν συνάναρχον Λόγον…»
Τόν γλυκύτατον Κύριον Ἰησοῦν Χριστόν, μετά πόθου καί πίστεως ἀγαπήσωμεν· καί τοῖς ἴχνεσιν αὐτοῦ ἀκολουθήσωμεν, ἵνα ὀψόμεθα αὐτοῦ ἅγιον πρόσωπον πιστοί. Τύχοντες θείας συγνώμης, ἧς ἀξίωσον Ἐλεήμων, Νυμφίε ἄχραντε τῶν ψυχῶν ἡμῶν.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἦχος πλ. α΄. «Τόν συνάναρχον Λόγον…»
Τήν οὐράνιον Δέσποιναν Παμμακάριστον, εὐφημήσωμεν πάντες καί ἀνακράξωμεν, πίστει καί πόθῳ εὐλαβῶς τό Χαῖρε εἴπωμεν· Χαῖρε ἡ Μήτηρ Χριστιανῶν· Χαῖρε ἐλπίς ἁμαρτωλῶν· Χαῖρε τοῦ κόσμου Προστάτις· καί ἡμῶν καταδίκων, ἡ σωτηρία καί ἀνόρθωσις.
Ὁ Ἀναγνώστης (χῦμα).  Ψαλμός ν΄ (50).


Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.
Ἐπί πλεῖον πλῦνόν μέ ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον, καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσῃς ἐν τῷ κρίνεσθαί σέ.
Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησέ μέ ἡ μήτηρ μου.
Ἰδού γάρ ἀλήθειαν ἠγάπησας· τά ἄδηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοί.
Ραντιεῖς μέ ὑσσώπῳ καί καθαρισθήσομαι· πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου, καί πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαράν κτῖσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μή ἀποῤῥίψῃς μέ ἀπό τοῦ προσώπου σου, καί τό Πνεῦμά σου τό ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί πνεύματι ἡγεμονικῷ στήριξόν μέ.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν.
Ρῦσαί μέ ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην σου.
Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου.
Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

ᾨδή α΄.  Ἦχος πλ. δ΄. «Ὑγρᾶν διοδεύσας…»
Δέσποτα Χριστέ ὁ Θεός, ἐλέησον τούς δούλους σου.
Χριστόν ἀγαπήσωμεν ἐκ ψυχῆς καί ὅλη καρδία ἀνυμνήσωμεν Ἰησοῦν· Αὐτός γάρ ἐστίν ἡμῶν ἁπάντων ὁ Λυτρωτής καί ὁ ρύστης ἐκ τῶν παθῶν.
Δέσποτα Χριστέ ὁ Θεός, ἐλέησον τούς δούλους σου.
Γλυκύτατε Δέσποτα Ἰησοῦ, πρός Σέ καταφεύγω θεῖον ἔλεος ἐκζητῶν· μή Κύριε παρίδης τόν σόν δοῦλον, σύ γάρ ὑπάρχεις ἐλπίς καί καταφυγή.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Τά πάθη μου Κύριε ἐν ἐμοί ἐπλήθυναν σφόδρα βασανίζοντες τήν ψυχήν, πρός Σέ καταφεύγω ὅθεν Σῶτερ, ἀπαλλαγήν ἐξ αὐτῶν ἱκετεύων Σέ.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πανάχραντε Ἄνασσα Μαριάμ κλαυθμόν μή παρίδης, ἀλλά πρέσβευε τῷ Υἱῷ τήν ἄφεσιν δοθῆναι τῇ ψυχῇ μου, σύ γάρ ὑπάρχεις ἐλπίς τῶν ἁμαρτωλῶν.
ᾨδή γ΄. «Οὐρανίας ἁψῖδος…»
Δέσποτα Χριστέ ὁ Θεός, ἐλέησον τούς δούλους σου.
Ἰησοῦν ἀγαπήσας ἐν τῇ καρδίᾳ σου τάλαινα, ψυχή δυσώδης καί ἀχρεία, τούτου τοῖς ἴχνεσιν σύ ἀκολούθησον πρός τάς νομάς Αὐτοῦ ἔνθα καθορῶσιν ἄρρητον δόξαν οἱ ἅγιοι.
Δέσποτα Χριστέ ὁ Θεός, ἐλέησον τούς δούλους σου.
Γλυκυτάτης ἀγάπης τοῦ Ἰησοῦ Ἄνακτος, τῷ πόθῳ τρωθεῖσα ὦ ψυχή μου, φρονίμως σπούδασον ἀκολουθεῖν Αὐτόν, τόν ἀρχηγόν τῆς ἀγάπης, θείαις ἀρεταῖς κοσμῶν καρδίαν τάλαινα.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Ἱκετεύω Χριστέ μου ἐν τῇ ψυχῇ μου κατάπεμψον τοῖς πάθεσι ποικίλοις πεπτωκυῖαν, τήν θείαν χάριν Σου καί καταξίωσον ἐν τῇ φρικτῇ εὑρεθῆναι παρουσίᾳ Δέσποτα, ἁγνή ἀμόλυντος.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παμμακάριστε Νύμφη τοῦ Λυτρωτοῦ Ἄνασσα ταῖς σαῖς καταξίωσον πρεσβείαις δοθῆναι ἄφεσιν τῇ ταλαιπώρῳ ψυχῇ καί ταπεινῇ καί ἀθλίᾳ, στεναγμόν προσάγουσα, κλαθμόν καί δάκρυα.
ᾨδή δ΄. «Εἰσακήκοα Κύριε…»
Δέσποτα Χριστέ ὁ Θεός, ἐλέησον τούς δούλους σου.
Ὦ φιλάνθρωπε Κύριε, ἔρωτι τρωθείσῃ, θείας ἀγάπης Σου, τῇ ψυχῇ Χάριν κατάπεμψον, θείας θέας ὄψωμαι γλυκύτατε.
Δέσποτα Χριστέ ὁ Θεός, ἐλέησον τούς δούλους σου.
Τεθλιμμένη ὑπάρχουσα πλήθεσι κινδύνοις ψυχή μου τάλαινα πρός τόν Κύριον κατέφυγον τοῦ ρυσθῆναι αἴτησιν ποιήσασα.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Τόν κλαυθμόν καί τήν δέησιν μή παρίδης Δέσποτα ἱκετεύομεν, ἀλλά σύ χαρά τοῖς δούλοις Σου καί παραμυθία γενοῦ καί λύτρωσις.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Διωχθέντα ὀνόματι θείου Βασιλέως μου Ἰησοῦ Χριστοῦ, Ἀπειρόγαμε βοήθησον καί τῇ θείᾳ σκέπῃ σου με φύλαξον.
ᾨδή ε΄. «Φώτισον ἡμᾶς…»
Δέσποτα Χριστέ ὁ Θεός, ἐλέησον τούς δούλους σου.
Ἴλαθι Χριστέ Ἰησοῦ τάς ἀνομίας μου, τήν Σήν ἀνέκφραστον χαρίσας ἡμίν ἄρρητον χάριν, ἡ τά πάθη ἡμῶν λύουσα.
Δέσποτα Χριστέ ὁ Θεός, ἐλέησον τούς δούλους σου.
Δέξαι Ἰησοῦ τήν ταλαίπωρον καρδίαν μου, τήν Σήν εὐφρόσυνον αἰτοῦσαν χαράν καί δός Οἰκτίρμον, ἵνα χαίρω τῇ Σῇ χάριτι.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Πλῆθος Ἰησοῦ διωγμῶν τέ καί κακώσεων, τῷ ἁγίῳ Σου ὀνόματι ἕνεκεν ὑποστᾶς Σωτήρ μου, θείῳ Σου ἐλέει καταξίωσον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δέσποινα ἁγνή Παμμακάριστε τούς δούλους σου, τούς ἐν πίστει καί λατρείᾳ κραυγάζοντας∙ Χαῖρε Μαρία, ἐκ κινδύνων ἡμᾶς λύτρωσαι.
ᾨδή στ΄. «Τήν δέησιν ἐκχεῶ…»
Δέσποτα Χριστέ ὁ Θεός, ἐλέησον τούς δούλους σου.
Τήν θλίψην τῆς ταπεινῆς καρδίας μου σοί γλυκύτατε Χριστέ μου πρoσάγω καί ἱκεσίαν θερμήν ἀναπέμπω ἵνα ὁ δοῦλος σου Φῶς θεῖον κατιδεῖν· ἀξίωσον ὦ Ἰησοῦ τῷ ἁγίῳ ἐλέει Σου Εὔσπλαχνε.
Δέσποτα Χριστέ ὁ Θεός, ἐλέησον τούς δούλους σου.
Γλυκύτατε Ἰησοῦ Πανοικτίρμον τήν τρωθεῖσαν τῷ Σῷ πόθῳ καρδίαν καί φωτισμόν ἐξαιτοῦσαν ὦ Φῶς μου, ὁ ἐν τῷ κόσμῳ τό φῶς δείξας ἄπλετον, κατάπεμψον καί νῦν ἡμῖν τῇ ἁγίᾳ καί θείᾳ Σου χάριτι.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Νυμφίε τῶν ταπεινῶν γλυκύτατε Ἰησοῦ τῆς Ἐκκλησίας ἡ δόξα, τήν παναγίαν καί ἄρρητον θέαν τῆς ὑπερφώτου Τριάδος ἀξίωσον τῇ χάριτί Σου κατιδεῖν, παραβλέπων τά πλήθη πταισμάτων μου.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πανάχραντε σέ μεσίτριαν κόσμου καί θερμώτατον προστάτην ὁρῶμεν τῶν γηγενῶν ἀκαταίσχυντον Κόρη· ὅθεν τό Χαῖρε εὐφρόνως κραυγάζομεν, χαρά ἀνέκφραστος Ἁγνή, τῆς ἁγίας σου θέας ἀξίωσον.
Διάσωσον ἀπό κινδύνων τούς δούλους Σου Ἰησοῦ μου, ὅτι πίστει καί πόθῳ εἰς Σέ καταφεύγομεν ὡς Κύριον καί Σωτῆρα τοῦ κόσμου.
Ἐπάκουσον ὦ Παμμακάριστε Νύμφη τάς ἱκεσίας τῶν βοώντων σοί μυριοχαριτωμένη τό Χαῖρε Παντάνασσα Μῆτερ τοῦ Ἰησοῦ μου.
ᾨδή ζ΄. «Παῖδες Ἑβραίων…»
Δέσποτα Χριστέ ὁ Θεός, ἐλέησον τούς δούλους σου.
Δέξαι γλυκύτατε Χριστέ μου, ἐκ τῆς τάλαινας καρδίας μου τό δάκρυ καί τήν χάριν εὐθύς κατάπεμψον Οἰκτίρμον, ἵνα ὑμνῶ σέ Ἄχραντε εἰς αἰώνας τῶν αἰώνων.
Δέσποτα Χριστέ ὁ Θεός, ἐλέησον τούς δούλους σου.
Πρόσδεξαι Κύριε σόν δοῦλον, στεναγμόν καί κλαυθμόν μή παρίδης ἐλέει, ἀλλ’ οἰκτείρησόν Σύ τῶν γηγενῶν εἰρήνη, ταύτην Χριστέ κατάπεμψον ὦ γλυκεῖα εὐφροσύνη.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Ὕμνον χορείαν συγκροτοῦντες, γλυκυτάτῳ Χριστῷ προσφέρομεν εὐφρόνως, σωτηρία ἡμῖν, ἀνέστη ἐκ τοῦ τάφου, Αὐτόν πιστοί λατρεύσωμεν εἰς αἰῶνας τῶν αἰώνων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἄχραντε Δέσποινα Κυρία, οὐρανοῦ καί γῆς Παντάνασσα Μαρία, καθοδήγησον σύ τούς δούλους σου ἐν χώρᾳ, ὅπου χαρά ἀνέκφραστος καί εἰρήνη οὐρανία.
ᾨδή η΄. «Τόν Βασιλέα…»
Δέσποτα Χριστέ ὁ Θεός, ἐλέησον τούς δούλους σου.
Τόν Δεσπότην καί Σωτήρα τοῦ κόσμου, γηγενεῖς Ἰησοῦν ἀνυμνεῖτε καί ὑπερυψοῦτε εἰς πάντας τούς αἰῶνας.
Δέσποτα Χριστέ ὁ Θεός, ἐλέησον τούς δούλους σου.
Τόν ἀναστήσαντα ἐκ θανάτου τό γένος, Ἰησοῦν Βασιλέα ὑμνεῖτε καί ὑπερυψοῦτε εἰς πάντας τούς αἰῶνας.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Την παναγίαν καί πανακήρατον δόξαν τοῦ Σωτῆρος καθορῶντες ὑμνεῖτε καί ὑπερυψοῦτε εἰς πάντας τούς αἰῶνας.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τόν Βασιλέα τῶν οὐρανῶν ἀπορρήτως, ὅν ἔτεκες Παρθένε ὑμνοῦμεν καί ὑπερυψοῦμεν εἰς πάντας τούς αἰῶνας.
ᾨδή θ΄. «Κυρίως Θεοτόκον…»
Δέσποτα Χριστέ ὁ Θεός, ἐλέησον τούς δούλους σου.
Εἰρήνην δός μοί Σῶτερ, ἥ ἐν σοῖ ὑπάρχει, οὐχ ὡς ὁ κόσμος κατέχει Χριστέ Ἰησοῦ, ἵνα ὑμνῶ, μελωδῶ Σου τήν χάριν Δέσποτα.
Δέσποτα Χριστέ ὁ Θεός, ἐλέησον τούς δούλους σου.
Γλυκύτατέ μου Σῶτερ δέξαι νῦν καρδίαν, τήν διά Σέ ὑποφέρουσαν θλίψεις πολλᾶς, χερουβικῶς τόν τρισάγιον ὕμνον μέλπουσα.
Δέσποτα Χριστέ ὁ Θεός, ἐλέησον τούς δούλους σου.
Ὦ φῶς τῶν ὀφθαλμῶν μου, Σέ καθικετεύω, τοῦ θείου κάλλους τῆς θέας ἀξίωσον, ἵν’ ἀενάως κραυγάζω σοί∙ ἀλληλούια.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Καρδίαν τετρωμμένην, τῷ πόθῳ τοῦ Σοῦ κάλλους, τῇ θείᾳ χάριτι Σῶτερ ἀξίωσον, τοῦ ἀκηράτου Φωτός ἰδεῖν ἄρρητον θέαν.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παντάνασσα Παρθένε, σέ ὑμνολογοῦμεν καί σέ ἐν πόθῳ καί πίστει δοξάζομεν, τό χαῖρε λέγοντες πάντες, ὦ Παμμμακάριστε.


Εἶτα τά τροπάρια ταῦτα:

Ἦχος πλ. δ΄. «Ὦ τοῦ παραδόξου θαύματος»
Δεῦτε χριστοφόροι ὑμνήσωμεν, τόν τοῦ παντός Ποιητήν, τόν Δεσπότην καί Κύριον, Αὐτόν προσκυνήσωμεν μετά πόθου καί πίστεως. Πάντες κραυγάζοντες ὦ γλυκύτατε, μαρτύρων δόξα Ἄναρχε Δέσποτα. Δέξαι τήν δέησιν καί κλαθμόν καί δάκρυα καί στεναγμόν, θείαν μοί ἀπόστειλον τήν χάριν Δέσποτα.
Τόν Ἰησοῦν ἀγαπήσωμεν, ψυχή καρδία πιστοί· καί Αὐτῷ μόνῷ ἅπαντες μετά πόθου δράμομεν ἀκολουθοῦντες τοῖς Ἴχνεσι. Πάντα τοῦ κόσμου περιφρονήσωμεν, τιμάς καί δόξας, ἀγάπην γήινον. Δέξαι γλυκύτατε τήν φωνήν τοῦ δούλου σου, παρακαλῶ, θείαν μοί ἀποστειλον τήν Χάριν Δέσποτα.
Πάντες τόν Ἰησοῦν ἀγαπήσωμεν θεοφιλεῖς ἀδελφοί καί ἐκ πόθου αἰτήσωμεν γλυκυτάτης Θέας Του, παναγίας ὀψόμεθα. Αὕτη Ἀγγέλοις ὑπάρχει ἄρρητος, χαρά, εἰρήνη, δόξα εὐφρόσυνος. Τούτων συμμέτοχον Ἀγαθέ μέ ποίησον, παρακαλῶ, Θείαν καταπέμποντα τήν Χάριν Δέσποτα.
, Πανοικτίρμων γλυκύτατε Ναζαρηνέ Ἰησοῦ τήν ἀθλίαν καί ἄσωτον ἱκετεύω Κύριε μή παρίδῃς καρδίαν μου. Ἴδε τόν πόθον, ἴδε τά δάκρυα, Χαρά τοῦ κόσμου, Ρόδον πανεύοσμον. Μύρισον Ἅγιε, Ἰησοῦ γλυκύτατε, παρακαλῶ, Θείαν καταπέμποντα τήν χάριν Δέσποτα.
Ἐν ὅσω οἱ ἀδελφοί ἀσπάζονται τήν εἰκόνα τοῦ Κυρίου, ψάλλονται τά παρόντα τροπάρια:
Ἦχος β΄. «Ὅτε ἐκ τοῦ ξύλου…»
Δέξαι ἐκ καρδίας Ἰησοῦ, πόθῳ τετρωμμένης Οἰκτίρμων θείας ἀγάπης Χριστέ, δέησιν καί δάκρυα καί στεναγμούς μυστικούς· καί τῇ θείᾳ Σου χάριτι τό Φῶς Ἰησοῦ μου, δός μοί Φῶς γλυκύτατον, ἵνα ἐκ σκότους ρυσθείς, θέας τοῦ Σοῦ κάλλους κατίδω· ταύτης μέ Χριστέ ἀξιώσας, ὕμνον πανευφρόσυνον προσάγω σοι.
Ὅμοιον.
Δέξαι ὦ γλυκύτατε Χριστέ, ὕμνον θλιβομένης καρδίας τιτρωσκομένης σφοδρῷ ἔρωτι ἀχράντου Σου καί ἀκηράτου μορφῆς· καί τῷ πλήθει ἐλέους Σου τήν χάριν μοί πέμψον, ἵνα τῆς ἀγάπης Σου οὐδέν προκρίνω ποτέ· ἥς ἀξιωθείην ὦ Φῶς μου, Δέσποτα γλυκύτατε Σῶτερ ἄσω εἰς αἰῶνας τά ἐλέη Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου