Παρασκευή 20 Απριλίου 2018

Εἰς κοιμηθέντας ἐν Χριστῷ ἀδελφούς λόγος (Ἁγ. Ἀναστασίου Σιναΐτου, τῷ Σαββάτῳ τῶν Ψυχῶν γ´)by hristospanagia5



ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΝΑΣΤΑΣΙΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ
ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΤΟΥ ΑΓΙΟΥ ΟΡΟΥΣ ΣΙΝΑ
Εἰς κοιμηθέντας ἐν Χριστῷ ἀδελφοὺς Λόγος τρίτος,
ἀναγινωσκόμενος τῷ Σαββάτῳ τῶν Ψυχῶν


.          Ἀλλὰ οὐδεὶς ταῦτα εἶδεν, ὅτι οὐδεὶς ἐκεῖθεν ἐστράφη, ἵνα μηνύσῃ περὶ τῶν ἐκεῖ, ποῦ εἰσιν˙ ἀλλὰ ἀπετείχισεν αὐτὰ ἀπὸ ἡμᾶς ὁ Θεός, καὶ ἀπέκρυψεν, ἕως καὶ ἡμεῖς ἀπέλθωμεν, καὶ ἀπολάβωμεν τῶν ἐκεῖ, ὁπόταν ἐκ νεκρῶν ἀναστῶσιν ἅπαντες, καὶ παρασταθῶμεν, καὶ ἐξομολογούμεθα, καὶ λογοθετούμεθα εἰς ἐκεῖνο τὸ μέγα καὶ ἀδιήγητον Κριτήριον. Ὅτε ὁ φοβερὸς Κριτὴς ἐξ οὐρανοῦ ἔλθῃ να κρίνῃ πᾶσαν τὴν οἰκουμένην, ἀπὸ Ἀνατολῶν ἕως Δυσμῶν˙ ὅτε αἱ φωναὶ τῶν φοβερῶν ἐκείνων σαλπίγγων λαλήσωσιν˙ ὅτε ἡ Κτίσις πᾶσα φόβῳ καὶ τρόμῳ κλονείται καὶ ταράσσεται˙ ὅτε οἱ τάφοι ἀνοίγωνται, καὶ πᾶσα σάρκα ἀνίσταται γυμνὴ καὶ τετραχηλισμένη˙ ὅτε πᾶν στόμα φραγήσεται, καὶ πᾶσα γλῶσσα ἐξετασθήσεται˙ ὅτε ὁ τοῦ πυρὸς ποταμὸς ῥεύσει ἔμπροσθεν τοῦ Κριτοῦ περὶ τοῦ ὁποίου λέγει ὁ Δανιήλ˙ «Ἐθεώρουν ἕως οὖ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθισεν».Ὁ θρόνος αὐτοῦ φλὸξ πυρός˙ οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον˙ ποταμὸς πυρὸς ἔτρεχεν ἔμπροσθεν αὐτοῦ˙ χίλιαι χιλιάδες ὑπηρετοῦσαν αὐτῷ, καὶ μύριαι μυριάδες περέστεκον αὐτῷ. Κριτήριον ἐκάθησε, καὶ Βίβλοι ἠνεῴχθησαν.

.         Ἐκείνη ἐστὶν ἡ ἡμέρα καὶ ὥρα, περὶ ἧς λέγει ὁ Δαβίδ˙ «Ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; ἡ ἀνομία τῶν πταισμάτων μου κυκλώσει». Ἐκείνην τὴν ἡμέραν κατηράσαντο ὁ Ἰώβ, λέγων˙ «Καταράσεται αὐτὴν ὁ καταρώμενος, τὴν ἡμέραν ἐκείνην ὁ μέλλων παλαῖσαι τὸ μέγα θηρίον τὸν Διάβολον». Περὶ ἐκείνης τῆς ἡμέρας καὶ ἕτερος Προφήτης λέγει˙ «Ἰδοὺ ἡμέρα ἔρχεται, λέγει Κύριος»˙ καὶ τὶς νὰ ὑπομείνῃ τὴν ἡμέραν ὁποῦ νὰ ἔλθῃ; Ὅταν ὁ Θεὸς φανερῶς ἔλθῃ, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται, καὶ γύρωθεν αὐτοῦ καταιγίδα τρομακτική, προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν, τοῦ διακρίαι τὸν λαὸν αὐτοῦ, καὶ πᾶσαν σάρκα εἰς τὸ φοβερὸν ἐκεῖνο Κριτηριον˙ ὅπου οὐ ἔστι μικρὸς ἢ μέγας, δοῦλος καὶ ἐλεύθερος˙ ὅπου οὐκ ἔστι Βασιλεύς, ἢ ὑποκείμενος˙ ἀλλὰ ἴσια κατάδικοι, ὅλοι δεδεμένοι, ὅλοι γυμνοί, ἀπερίσπαστοι, τρέμοντες, κλαίοντες, ταρασσόμενοι, ἀγωνιῶντες, μεριμνῶντες καθ’ ἕνας τί νὰ εἴπῃ, ἤ τί ἀπολογήσεται τῷ Κριτῇ περὶ τῶν κακῶν ὧν ἔπραξε. Ποῦ ἐκεῖ τῶν Βασιλέων ἡ φαντασία; ποῦ ἡ τῶν ἀφρόνων ὑπερηφανία; ποῦ ἡ τῆς νεότητος κακία; ποῦ ὁ στολισμὸς τῶν ἐνδυμάτων; ποῦ οἱ παραστεκάμενοι καὶ παρατρέχοντες δοῦλοι; ποῦ ὁ χρυσὸς καὶ ὁ ἄργυρος; ποῦ τὰ χροσοχάλινα ἄλογα; ποῦ τὰ μυρίσματα, καὶ τὰ καπνίσματα τὰ ἀπολλύμενα; ποῦ τὰ νυκτὸς καὶ ἡμέρας γινόμενα συμπόσια; ποῦ οἱ μετὰ χορῶν καὶ τυμπάνων τὸν οἶνον πίνοντες, τοῦ δὲ Θεοῦ καὶ τῶν πενήτων καταφρονοῦντες; Οὐδὲν τούτων εἶναι ἐκεῖ, ἀλλὰ πικρὸν οὐαὶ˙ οὐκ ἔστιν ἐκεῖ πλουτῆσαι, ἀλλὰ φρίξαι καὶ τρομάξαι˙ δεν εἶναι ἐκεῖ εὐημερία, ἀλλὰ μέγας σκοτασμός˙ οὐκ ἔστιν ἐκεῖ χορεῦσαι, ἀλλὰ θρηνῆσαι˙ οὐκ ἔστιν ἐκεῖ νεότητος φαντασία, ἀλλὰ ἐν τῷ ᾍδῃ ἐξορία˙ οὐκ ἔστιν ἐκεῖ παρακάλεσις ἐν ἐκείνῃ τῇ φοβερᾷ ὥρᾳ, ἀλλὰ δικαίᾳ ἀκριβῆς ἀνταπόδοσις. Ἐὰν ἐποίησας ὦδε˙ τοῖς πτωχοῖς συμπάθειαν, καλοὶ μάρτυρες εἰς τὸν Χριστὸν καὶ παρακαλεσταὶ διὰ σοῦ οἱ ἐλεηθέντες παρὰ σοῦ πένητες, οἱ ὀρφανοὶ καὶ χῆραι, οἱ ξένοι, καὶ τυφλοί, καὶ ἀδύνατοι, οἱ ἐν ἐρήμοις, καὶ ἐν φυλακαῖς, καὶ ἐν ἐξορίαι. Μεγάλοι σου βοηθοὶ οὗτοι τότε γενήσονται, ὑποδείχνοντες τῷ Χριστῷ ὅσα αὐτοῖς δέδωκας, ἅπερ αὐτοὺς ἐσκέπασας, καὶ ἔθρεψας, καὶ ἀνέπαυσας, ὡς Ἀδελφοὶ ὄντες τοῦ Χριστοῦ. Διότι ἐὰν ἕνας Ἀδελφὸς ἐδυνήθη πολλάκις να παρακαλέσῃ Βασιλέα τὸν ἑαυτὸν Ἀδελφόν, πόσῳ μᾶλλον, ὅταν παρακαλῇ πλῆθος Ἀδελφῶν;

.          Ὅτι δὲ Ἀδελφοὺς ὀνομάζει ὁ Χριστὸς ἐκεῖ τοὺς πένητας ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς Κρίσεως, ἄκουσον αὐτοῦ πρὸς τοὺς ἐκ δεξιῶν αὐτοῦ τότε παρισταμένους λέγοντος˙ «Εἰς ὅσον ἐποιήσατε τῶν Ἀδελφῶν μου τούτων». Ὑποδείκνυσιν αὐτοὺς μὲ τὸν δάκτυλον, τοὺς ἐκεῖ καθημένους πρὸς τοὺς πόδας αὐτοῦ πένητας. Τίς ἆρα ἄξιος, καὶ μακάριος ἐν ἐκείνῃ τῇ ὥρᾳ, ὅτε πάντες οἱ Ἄγγελοι, καὶ οἱ ἄνθρωποι τρέμουσι, νὰ ὀνομασθῇ Ἀδελφὸς τοῦ Χριστοῦ; Πόσων θησαυρῶν, πόσων στεφάνων, πόσου πλούτου εἶναι ὑψηλοτέρα ἡ τοιαύτη φωνή; Τίνες ἆρα εἶναι ἐκεῖνοι, ἵνα μακαρίσωμεν αὐτούς; οἵ τινες ἐν τῇ φρικτῇ ὥρᾳ ἐκείνῃ τῆς Κρίσεως ἔρχονται θαῤῥετῶς μὲ παῤῥησίαν ἄφοβον, καὶ ὡς Πατέρα γνήσιον τὸν Χριστὸν γινώσκοντες, καὶ ἀκριβῶς γνωρίζοντες, ὅτι ὡς υἱοὺς καὶ φίλους οὕτως ὑποδέξεται αὐτούς, ὡς καθαρῶς δουλεύσαντας αὐτῷ, καὶ φιλάξαντας αὐτοῦ τὰς ἐντολάς; Τὶς ἆρα ἐκεῖνος ὁ τρισμακάριος, τὸν ὁποῖον βλέψας ὁ Χριστὸς καθήμενος ἐπὶ θρόνου εἰσερχόμενον πρὸς αὐτὸν ὑποδέξεται, καὶ ὑπαντήσει αὐτὸν ἱλαρῷ τῷ προσώπῳ, καὶ περιχαρεῖ τῷ βλέμματι, καὶ εὐμενεῖ παῤῥησίᾳ, καὶ ὡς ἀπὸ ξένων ἀπὸ χρόνου ἐρχόμενον υἱὸν καὶ φίλον καταφιλήσῃ, καὶ τοιαῦτα πρὸς αὐτὸν εἴπῃ; Φίλε ἀγαθὲ καὶ πιστέ, καλῶς ᾖλθες, ὁ τροφεύς μου, ὁ ξενοδόχος μου, ὁ σκεπαστής μου, εὐχαριστῶ τῆς προαιρέσεώς σου, καὶ δὲν ἀλησμονῶ τῆς ἀγάπης σου˙ ἐνθυμᾶσαι τὰ ὅσα ἀγαθά μοι ἐποίησας; γινώσκεις πῶς μὲ ἀνέπαυσας εἰς τὸν οἶκόν σου; Εἶτα κρατήσας αὐτὸν ὁ Χριστὸς ἐκ τῆς χειρός, κατέμπροσθεν ὅλης τῆς μεγάλης ἐκείνης Πανηγύρεως, ἐνώπιον Ἀγγέλων, καὶ Ἀρχαγέλλων, καὶ πάσης ἀρχῆς, καὶ ἐξουσίας, Προφητῶν, Ἀποστόλων, Ὁσίων, καὶ Δικαίων, καὶ στήσας αὐτὸν εἰς τὸ μέσον, θέλει τὸν ἀνακηρύξῃ, λέγοντας εἰς ὅλους διὰ αὐτὸν δακτυλοειδῶς˙ Οὗτος ὁ ἄνθρωπος, πεινῶντά με εἶδε ποτέ, καὶ ἔθρεψε˙ διψῶντα, καὶ ἐπότισε˙ ῥιγοῦντα, καὶ ἐσκέπασε˙ ξένον, καὶ ὑπεδέξατο˙ ἀσθενοῦντα μὲ ἰδέ, καὶ βαστάσας, ἐν τῷ οἴκῳ αὐτοῦ εἰσήγαγέ με˙ τοὺς πόδας μου ἔνιψε, τὰς χεῖρας μου ἔπλυνε, καὶ ἐπὶ τῆς κλίνης αὐτοῦ ὁλοψύχως ἀνέπαυσέ με˙ ἐν ἀνάγκῃ μὲ ἴδε, καὶ ἐλύτρωσε, ἐν φυλακῇ μὲ εὗρε, καὶ ἠγόρασε˙ διὸ καὶ ἐγὼ λέγω αὐτῷ˙ Καλὲ δοῦλε, ἀγαθέ, καὶ πιστέ, ἐπειδὴ εἰς ὀλίγα ἔγεινες πιστός, εἰς πολλὰ νὰ σὲ καταστήσω, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου˙ ἀπόλαυσον τῆς τρυφῆς τοῦ Παραδείσου μου, εἴσελθε εἰς τὴν ζωὴν τὴν αἰώνιον˙ καὶ οὐ μόνον δὲ ταῦτα εἴπῃ ὁ Χριστὸς τοῖς εὐαρεστήσασιν αὐτῷ, ἀλλὰ καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν ὑπηρετήσει αὐτούς.

.           Ἵνα οὖν καὶ ἡμεῖς τοιαύτης τιμῆς καὶ φωνῆς, καὶ δόξης ἀπολαύσωμεν, ἂς προλάβωμεν, ἵνα μὴ ἔξω μείνωμεν˙ ἂς σπουδάσωμεν, Ἀγαπητοί, ἵνα καταλάβωμεν˙ ἂς ἀφήσωμεν τὰς ματαίας ὀκνηρίας ἐκείνας˙ ἂς ἀποῤῥίψωμεν τὰς ψευδεῖς ἐλπίδας. Μὴ πλανηθῶμεν πλέον, καὶ ἐμπαίξῃ ἡμᾶς ὁ πονηρός˙ μὴ ῥίψῃ ἡμᾶς εἰς τὴν σήμερον, καὶ αὔριον ὁ δόλιος λογισμός˙ διότι πολλοὶ πολλὰ βουλευσάμενοι, εἰς τὴν αὔριον οὐκ ἔφθασαν, ἀλλὰ ἔξαφνα ἡρπάγησαν ὥσπερ τὸ πουλίον ἀπὸ τὸ γεράκιον, καὶ ὡς τὸ ἀρνίον ἀπὸ τὸν λύκον, καὶ ὡς ὁ αἰχμάλωτος ὑπὸ τοῦ λῃστοῦ, μήτε λαλῆσαι ὅμως δυνάμενοι, μήτε διαθήκην τινὰ ποιῆσαι. Οἱ μὲν κοιμηθέντες ἀφ’ ἑσπέρας ὑγιεῖς, οὐκ ἔφθασαν τὸ πρωΐ˙ οἱ δὲ ἐπὶ τραπέζης καθήμενοι, ἐν αὐτῇ ἐξεψύχησαν. Ἄλλοι δὲ ἐν ὁδῷ περιπατοῦντες, εὐθέως ἀπέθανον˙ ἕτεροι εἰς λουτρὸν εὑρισκόμενοι τὸ αὐτὸ λουτρὸν ἔσχον ἐντάφιον˙ ἄλλοι δὲ εἰς τὸ νυμφοστόλιον ὄντες, ἔξαφνα ἡρπάγησαν, καὶ τὰ αὐτὰ ἐνδύματα εἶχαν ἐπιγάμια καὶ ἐντάφια˙ καὶ διεδέχθησαν τοὺς παιγνιώτας οἱ θρηνοῦντες, καὶ τοὺς χορευτὰς οἱ πενθοῦντες. Καὶ ταῦτα πάντα οἴδαμεν, καὶ γινώσκομεν˙ τὸ δὲ δεινότερον τοῦτό ἐστιν, ὅτι θεληματικῶς μας, καὶ ἐν γνώσει ἁμαρτάνομεν, καὶ πλανώμεθα˙ διὰ τὸ ὁποῖον οὐδὲ μίαν ἀγάπην, καὶ συγχώρησιν παρὰ Θεοῦ ἔχομεν, ὅτι οὐχὶ ἐν ἀγνωσίᾳ, ἀλλὰ ἐν γνώσει πλανώμεθα, ἀκούοντες τῶν Θείων Γραφῶν ἐπαινούντων τὰ γινόμενα, καὶ οὐ ποιοῦμεν αὐτά. Λοιπόν, παρακαλῶ, μὴ μόνον ἀκροαταὶ τῆς διδαχῆς γενώμεθα, ἀλλὰ  καὶ ποιηταί. Εἴτις οὖν μετὰ τὴν ἀκρόασιν τῶν λεγομένων, συνήθειαν πονηρὰν πορνείας ἔχων, τὴν ἀπέῤῥιψεν, οὗτος ὄντως καλὸς ἀκροατής. Εἴ τις κατανυγεὶς εἰς τοὺς λόγους τούτους, καὶ ἐλεήμων, καὶ εὐμετάδοτος γένηται, οὗτος καλὸς ἀκροατής˙ ἂς κάμωμεν καὶ ἡμεῖς οὕτως, ἵνα μὴ εἰς κρῖμα ἡμῶν γένηται ἡ ἀνάγνωσις αὕτη, ὅτι ἀκούομεν καὶ δὲν ποιοῦμεν. Ἐὰν γὰρ ὁ θάνατος τοῦ Ἀδελφοῦ σου δὲν σὲ σωφρονίσῃ, οὐδεὶς δύναται να σὲ σωφρονίσῃ˙ ἐὰν μὴ νεκρὸν βλέπων μετανοήσῃς, πότε λοιπὸν ἐπιστρέψεις; καὶ ἐὰν μὴ ἐπὶ τοῖς νῦν λεγομένοις κατανυγῇς, οὐδέποτε τῆς ἁμαρτίας ἀποχωρισθῇς. Ταύτην, Ἀγαπητοί, τὴν τῶν θείων λογίων τράπεζαν οἱ προαπελθόντες πρὸς Χριστὸν Ἀδελφοὶ ἡμῶν παρέθηκαν. Ταῦτα τὰ ζωοποιὰ φαγητὰ ἡμῖν ἡτοίμασαν. Τοῦτον ἡμῖν τὸν οἶνον ἐκέρασαν. Ταύτην ἡμῖν τὴν ἐφροσύνην, καὶ τὴν σωτηρίαν ἐχαρίσαντο, ὅπως, ταῦτα μελετῶντες ἐν νυκτί, καὶ ἡμέρᾳ, καὶ ὥρᾳ, ἐν Ἐκκλησίαις, καὶ ἐν ἀγοραῖς, ἐν οἴκοις, καὶ ἐπὶ τραπέζης, ἐν κλίναις, ἐν λουτροῖς, καὶ ἐν φυλακαῖς, ἐν συμποσίοις, καὶ ἐν συνεδρίοις, δυνηθῶμεν τῆς πονηρᾶς ἀμελείας ἀποχωρισθῆναι, καὶ τὰς ψυχὰς ἡμῶν ἐπιστρέψαι πρὸς μετάνοιαν, καὶ κἂν ἀπὸ τοῦ νῦν ἀποχωρισθῆναι τῶν ἁμαρτιῶν ἡμῶν, καὶ τῷ Δεσπότῃ παρακαλέσαι, ἵνα τῆς τῶν οὐρανῶν Βασιλείας τύχωμεν, χάριτι καὶ φιλανθρωπία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ˙ ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Στοιχειοθεσία : «ΧΡΙΣΤΙΑΝΙΚΗ ΒΙΒΛΙΟΓΡΑΦΙΑ»
https://christianvivliografia.wordpress.com/2011/02/26/%CE%B5%E1%BC%B0%CF%82-%CE%BA%CE%BF%CE%B9%CE%BC%CE%B7%CE%B8%CE%AD%CE%BD%CF%84%CE%B1%CF%82-%E1%BC%90%CE%BD-%CF%87%CF%81%CE%B9%CF%83%CF%84%E1%BF%B7-%E1%BC%80%CE%B4-%CE%B3%C2%B4/

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου