Κυριακή 11 Ιουνίου 2017

Ὅσιος Ἰωάννης Δαμασκηνός - Περὶ Μνημοσύνων


ΚΑΤΑ ΤΟΝ ΔΑΜΑΣΚΗΝΟΝ ΙΩΑΝΝΗΝ

Τοῦ νεκροῦ σώματος τῇ τρίτῃ ἡμέρᾳ ἀλλοιοῦται ἡ ὄψις· τῇ ἐνάτῃ πᾶσα διαρρέει ἡ πλάσις, σωζομένης τῆς καρδίας· τῇ δὲ τεσσαρακοστῇ, καὶ αὐτὴ ἡ καρδία ἀπώλλυται· τούτου ἕνεκα γίνονται τὰ γ´ (3), θ´ (9) καὶ μ´ (40) Μνημόσυνα· τὰ δὲ τῶν ἁγίων μένουσιν ἀδιάφθορα καθώς καὶ τῶν καθαρῶν· τῶν δὲ ἀφωρισμένων δυσειδέστατα· εἰς διαστολήν. Οὕτω καὶ ἐπὶ τῶν βρεφῶν· πρῶτον ἡ καρδία διαπλάττεται εἰς τὴν μήτραν, εἶτα καὶ τὰ λοιπὰ μόρια· τὴν τρίτην ἡμέραν εἰς αἷμα μεταβάλλεται· τὴν ἐνάτην χαρακτηρίζεται, τὴν δὲ τεσσαρακοστὴν ἀπαρτίζεται εἰς τέλειον εἶδος τὸ ἔμβρυον· καὶ μετὰ ἡμέρας τεσσαράκοντα διορίζεται ἡ κατάπαυσις τῆς δικαίας ψυχῆς ἄχρι τῆς συντελείας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου